Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[Αὐρήλ(ιος) Μέλας ̣ ̣ ̣ ̣ μητρὸς] Τεεῦτος ὡς (ἐτῶν) ξ οὐλ(ὴ) δακτύλ(ῳ) μέσῳ ἀριστ(ερᾶς) χειρὸς καὶ Σίλβανος Χ̣αῶτος μητρὸς Τανεχώτιδος
[ὡς (ἐτῶν) ̣ ̣ οὐλ(ὴ) δακτύλ(ῳ) ̣ ̣ ̣ ̣ ἀρ]ιστ(ερᾶς) χειρὸς ἀμφ[ό]τεροι ἀπὸ κώμης Μαγδώλω̣[ν] Μιρῆ τοῦ Περὶ Πόλιν Κάτω Αὐρηλίῳ Σόιτι Χαῦτος
[μητρὸς ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ Ἑρμοπολίτ]ῃ χαίρειν. ὁμολογοῦμεν ἐσχη[κ]έ̣[ν]αι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον
5[- ca.20 -] ̣ ἀργυρίου δραχμὰς χειλίας(*) ἐννακοσίας(*) εἴκοσι, γ(ίνονται) ἀργ(υρίου) (δραχμαὶ) Αϡκ, ἃς καὶ ἀποδώσομέν σοι ἐξ ἀλ-
[ληλεγγύης ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ τοῦ] ἐνεστῶτος δ (ἔτους) Μάρκων Ἰουλίων Φιλ[ί]ππων Καισάρων τῶν κυρίων Σεβαστῶν ἀνυπερθέ-
[τως, ὧν πρὸς ἀσφάλειαν καὶ] ἔκτεισιν ἐντεῦθεν ὑπαλλάσσομέ[ν] σοι κατὰ τ[ό]δε τὸ γράμμα τὸ ὑπάρχον ἡμῖν κοινῶς
[ἐξ ἴσου ἐν τῇ αὐτῇ κώμῃ ἥ]μισυ μέρος οἰκίας καινῆς καὶ αὐλῆς κ[αὶ χρη]στηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων
[καὶ ἐξόδων τὸ πρότερον] Π̣εκύσιος τῆς αὐτῆς κώμης, γείτονες [τῶ]ν ὅλων νότ(ου) οἰκία Τερῆτος Μεγχήους βορρᾶ
10[- ca.9 - ἀπηλιώτου ῥύ]μη διʼ ἧς εἴσοδος καὶ ἔξοδος λιβὸς ἔπαυλ[ις Φοι]βάμμωνος Τρύφωνος· τὸ δὲ ὑπηλλαγμένον
[ἥμισυ μέρος οἰκίας φυ]λάξομ(εν) ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτ̣ι̣[στ]ο̣ν ἄχρι οὗ ἀποδῶμεν ἢ πραχθῶμεν ὡς πρόκ(ειται),
[γεινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν] κ̣[αὶ ἐ]ξ [οὗ] ἐ̣ὰ̣ν̣ [α]ἱ̣ρ̣ῇ ἡμῶν ἀλλη[λεγγ]ύων ὄντων εἰς ἔκτεισιν καὶ ἐκ τῶν ὑπαρ-
[χόντων ἡμῖν πάντων καὶ ἐξ αὐτοῦ τοῦ ὑπαλλάγμ]ατος καθάπερ ἐκ δίκης, καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἀπό τε δημοσίων
[καὶ ἰδιωτικῶν καὶ πάντων ἁπλῶς, κυρίων μενόν]των ὧν σοι ὀφείλει ὁ ἕτερος [ἡμ]ῶν Αὐρήλιος Μέλας· περὶ δὲ τοῦ ὀρθῶς καλῶς
15[γεγενῆσθαι ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν.] (ἔτους) δ Αὐτοκράτορος Κ[αί]σαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς
[Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου τοῦ γενναιοτάτο]υ καὶ ἐπιφανεστάτου Κ[αίσα]ρος Σεβαστῶν Θὼθ δ. Αὐρήλ(ιος) Κοπρέας ὁ καὶ Εὐδέμ̣ω̣ν
[ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. -ca.?- ]