Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Πτ[ο]λεμαῖος Χομήνει τῶι ἀδελφῶι
χαίρειν. εἰ ἔρρωσαι εἴη ἂν ὡς βούλομαι,
καὶ ἐγὼ δὲ ὑγίαινον ἐκ πολλῶν καὶ
μεγάλων κινδύνων διασεσωμένος
5σὺν τῆι τῶν θεῶν βουλήσει, καὶ
εἰδὼς ἡσθησόμενόν σε κατὰ τὸ
ἐπιβάλλον καλῶς ἔχειν ἔκρινον
γράψαι καὶ ἀσπάσασθαί σε διὰ τοῦ
ἐπιστολίου. ἀγαθὰς οὖν ἐλπίδας
10ἔχε καὶ σαυτοῦ ἐπιμέλου ὅπως
ὑγιαίνηις.
vχαίρειν. εἰ ἔρρωσαι εἴη ἂν ὡς βούλομαι,
καὶ ἐγὼ δὲ ὑγίαινον ἐκ πολλῶν καὶ
μεγάλων κινδύνων διασεσωμένος
5σὺν τῆι τῶν θεῶν βουλήσει, καὶ
εἰδὼς ἡσθησόμενόν σε κατὰ τὸ
ἐπιβάλλον καλῶς ἔχειν ἔκρινον
γράψαι καὶ ἀσπάσασθαί σε διὰ τοῦ
ἐπιστολίου. ἀγαθὰς οὖν ἐλπίδας
10ἔχε καὶ σαυτοῦ ἐπιμέλου ὅπως
ὑγιαίνηις.